Δευτέρα, 4 Οκτωβρίου 2010

Οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.

25 Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; 27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;
28 καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· 29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 30 Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;


1 σχόλιο:

  1. ΠΡΙΝ ΑΝΟΙΞΟΥΝ ΟΙ ΠΥΛΕΣ...

    ΟΜΟΡΦΗ ΑΝΑΡΤΗΣΗ ΓΕΜΑΤΗ ΠΙΣΤΗ!

    Η ΑΓΑΠΗ ΚΑΙ Η ΔΥΝΑΜΗ ΤΟΥ ΘΕΟΥ ΝΑ ΕΙΝΑΙ ΜΑΖΙ ΣΟΥ!

    ΚΑΛΟ ΒΡΑΔΥ ΝΑ ΕΧΕΙΣ ΑΔΕΡΦΕ-ΑΣΤΡΟΤΑΞΙΔΙΩΤΗ...

    ΑπάντησηΔιαγραφή

Άστροσχόλια αστρική ημερομηνία 284-ΑΩ-0